TLG 2595 001 :: PHILO :: De septem orbis spectaculis PHILO Paradox. De septem orbis spectaculis Citation: Page — (line) | ||
20(t) | Φίλωνος Βυζαντίου περὶ τῶν ἑπτὰ θεαμάτων | |
1 | τῶν ἑπτὰ θεαμάτων ἕκαστον φήμῃ μὲν γινώσκεται πᾶ‐ σιν, ὄψει δὲ σπανίοις ὁρᾶται. δεῖ γὰρ εἰς Πέρσας ἀπο‐ δημῆσαι καὶ διαπλεῦσαι τὸν Εὐφράτην καὶ τὴν Αἴγυπ‐ τον ἐπελθεῖν καὶ τοῖς Ἠλείοις τῆς Ἑλλάδος ἐνεπι‐ | |
---|---|---|
5 | δημῆσαι καὶ τῆς Καρίας εἰς Ἁλικαρνασσὸν ἐλθεῖν καὶ Ῥόδῳ προσπλεῦσαι καὶ τῆς Ἰωνίας τὴν Ἔφεσον θεά‐ σασθαι· πλανηθέντα δὲ τὸν κόσμον καὶ τῷ κόπῳ τῆς ἀποδημίας ἐκλυθέντα τότε πληρῶσαι τὴν ἐπιθυμίαν, ὅτε καὶ τοῖς ἔτεσι τοῦ ζῆν ὁ βίος παρῴχηκεν. | |
10 | διὰ τοῦτο θαυμαστὸν παιδεία καὶ μεγαλόδωρον, ὅτι τῆς ὁδοιπορίας ἀπολύσασα τὸν ἄνθρωπον οἴκοι τὰ καλὰ δείκνυσιν, ὄμματα τῇ ψυχῇ προσδιδοῦσα. καὶ τὸ παράδοξον· ὁ μὲν γὰρ ἐπὶ τοὺς τόπους ἐλθὼν ἅπαξ ἶ‐ δεν καὶ παρελθὼν ἐπιλέλησται· τὸ γὰρ ἀκριβὲς τῶν | |
15 | ἔργων λανθάνει καὶ περὶ τὰ κατὰ μέρος φεύγουσιν αἱ μνῆμαι· ὁ δὲ λόγῳ τὸ θαυμαζόμενον ἱστορήσας καὶ τὰς ἐξεργασίας τῆς ἐνεργείας, ὅλον ἐγκατοπτρισάμενος τὸ τῆς τέχνης ἔργον ἀνεξαλείπτους φυλάσσει τοὺς ἐφ’ ἑκάστου τῶν εἰδώλων τύπους· τῇ ψυχῇ γὰρ ἑώρακεν τὰ | |
20 | παράδοξα. ὃ δὲ λέγω φανήσεται πιστόν, ἐὰν τῶν ἑπτὰ θεα‐ | |
μάτων ἕκαστον ἐναργῶς ὁ λόγος ἐφοδεύσας πείσῃ τὸν | 20 | |
22 | ἀκροατὴν ἐπινεῦσαι τὴν τῆς θεωρίας κομισάμενον δόξαν. καὶ γὰρ δὴ μόνον ταῦτα τῇ κοινῇ τῶν ἐπαίνων προσηγορίᾳ καλεῖται βλεπόμενα μὲν ὁμοίως, θαυμα‐ ζόμενα δ’ ἀνομοίως. τὸ γὰρ καλὸν ἡλίῳ παραπλησίως | |
5 | οὐκ ἐᾷ τὰ λοιπὰ θεωρεῖν, ὅταν αὐτὸς διαλάμψῃ. | |
6t | αʹ κῆπος κρεμαστός | |
7 | ὁ καλούμενος κῆπος κρεμαστὸς ὑπέργειον ἔχων τὴν φυτείαν ἐν ἀέρι γεωργεῖται, τοῖς ῥιζώμασι τῶν δέν‐ δρων ὑπεράνωθεν ὠροφωκὼς τὴν ἄρουραν. λίθινοι | |
10 | μὲν γὰρ κίονες ὑφεστήκασιν καὶ κατάγειος πᾶς ὁ τό‐ πος ἐστὶ διὰ στυλογλύφων. φοίνικες ἰδίᾳ κεῖνται δοκοί, στενὴν παντάπασιν τὴν ἀνάμεσον ἀλλήλων χώραν ἀπολείπουσαι. τὸ δὲ ξύλον τοῦτο μόνον τῶν ἄλλων οὐ σήπεται, βρεχόμενον δὲ καὶ | |
15 | τοῖς βάρεσι θλιβόμενον ἄνω κυρτοῦται τρέφει τε τὰς διαφύσεις τῶν ῥιζῶν ἑαυτῷ προσλαμβανόμενον τοῖς ἰδίοις ἀραιώμασιν τὴν ἔξωθεν σύμφυσιν. ἐπὶ τούτων πολλὴ καὶ βαθεῖα κατακέχυται γῆ καὶ τὸ λοιπὸν τὰ πλατύφυλλα καὶ μάλιστα κηπευόμενα τῶν | |
20 | δένδρων ἐπιπέφυκε ποικίλαι τε καὶ παντοῖαι φύσεις ἀνθέων καὶ πᾶν ἁπλῶς τὸ κατὰ πρόσωπον ἐπιτερπέσ‐ τατον καὶ πρὸς ἀπόλαυσιν ἥδιστον. γεωργεῖται δ’ ὁ τό‐ πος ὡς ἐπ’ ἀρούραις, καὶ τὰς ἐργασίας τῆς μοσχείας | |
κομίζεται τῇ χέρσῳ παραπλησίως· τήν τε ἀρόσιμον | 22 | |
24 | ὑπὲρ κεφαλῆς εἶναι τῶν ἐπὶ τοῖς ὑποστύλοις περι‐ πατούντων. πατουμένης δὲ τῆς ἄνωθεν ἐπιφανείας, ὡς ἐπὶ τῶν βαθυγειοτάτων τόπων ἀκίνητος καὶ παρθένος ἡ πρὸς | |
5 | τοῖς ὀροφώμασιν μένει γῆ. αἱ δὲ τῶν ὑδάτων ἀγωγαὶ τὰς πηγὰς ἐξ ὑπερδεξίων ἔχουσαι τόπων τῇ μὲν εὐθύ‐ δρομον καὶ κατάντη ποιοῦνται τὴν ῥύσιν, τῇ δ’ ἀνα‐ θλιβόμεναι κοχλιοειδῶς ἀνατροχάζουσιν, ἀνάγκαις ὀργανικαῖς τὸν ἕλικα τῶν μηχανημάτων περιτροχά‐ | |
10 | ζουσαι· εἰς δὲ πυκνὰς καὶ μεγάλας ἐξαιρόμεναι κρήνας ὅλον ἐπάρδουσι τὸν κῆπον μεθύσκουσαι τῶν φυτῶν τὰς κατὰ βάθους ῥίζας καὶ νοτερὰν τηροῦσιν τὴν ἄρουραν, ὅθεν εἰκότως ἀειθαλής ἐστιν ἡ πόα καὶ τὰ πέταλα τῶν δένδρων ἁπαλοῖς τοῖς ἀκρεμόσιν ἐπι‐ | |
15 | πεφυκότα δροσοπαγῆ καὶ διήνεμον ἔχει τὴν φύσιν. ἄδιψος γὰρ ἡ ῥίζα τηρουμένη τὴν παρατροχάζουσαν τῶν ὑδάτων νοτίαν ἀναθηλάζει καὶ ῥεμβομένη κατα‐ γείοις ταῖς δι’ ἀλλήλων ἐμπλοκαῖς ὀχόν, καὶ βεβηκυ‐ ῖαν ἀσφαλῶς τὴν φυὴν τῶν δένδρων συμφυλάσσει. | |
20 | σπάταλον καὶ βασιλικὸν τὸ φιλοτέχνημα καὶ τὸ πλεῖ‐ στον βίαιον, τὸν πόνον τῆς γεωργίας ὑπὲρ κεφαλῆς κρεμάσαι τῶν θεωρούντων. | |
23t | βʹ αἱ ἐν Μέμφει πυραμίδες | |
24 | τὰς ἐν Μέμφει πυραμίδες κατασκευάσαι μὲν ἀδύνα‐ | |
25 | τον, ἱστορῆσαι δὲ παράδοξον. ὄρη γὰρ ὄρεσιν ἐπι‐ δεδώμηται, καὶ τὰ μεγέθη τῶν τετραπέδων κύβων | |
δυσεπινόητον ἔχει τὴν ἀναγωγήν, ἑκάστου διαπο‐ | 24 | |
26 | ροῦντος τίσι βίαις τὰ τηλικαῦτα βάρη τῶν ἔργων ἐμοχλεύθη. τετραγώνου δὲ τῆς βάσεως ὑφεστώσης οἱ μὲν κατ‐ ώρυγες λίθοι τὴν θεμελίωσιν ἔχουσιν ἰσομεγέθη τοῖς | |
5 | ὑπεργείοις ὕψεσι τοῦ κατασκευάσματος ἑκάστου, καὶ κατ’ ὀλίγον συνάγεται τὸ πᾶν ἔργον εἰς πυραμίδα καὶ γνώμονος σχῆμα. καὶ τὸ μὲν ὕψος ἐστὶν πήχεων τριακοσίων, ἡ δὲ περίμετρος σταδίων ἕξ. σύναρμον δὲ καὶ κατεξεσμένον | |
10 | τὸ πᾶν ἔργον, ὥστε δοκεῖν ὅλου τοῦ κατασκευάσματος μίαν εἶναι πέτρας συμφυίαν. ποικίλαι δὲ {καὶ πορφυ‐ ραῖ} λίθων φύσεις ἀλλήλαις ἐπιδεδώμηνται, καὶ τῇ μέν ἐστιν ἡ πέτρα λευκὴ καὶ μαρμαρῖτις, τῇ δὲ Αἰθιο‐ πικὴ καὶ μέλαινα, καὶ μετὰ ταύτην ὁ καλούμενος αἱ‐ | |
15 | ματίτης λίθος, εἶτα ποικίλος καὶ διάχλωρος ἀπὸ τῆς Ἀραβίας, ὥς φασι, κεκομισμένος. ἐνίων δ’ ὑαλίζουσιν αἱ χρόαι κυαναυγῆ τὴν φύσιν ἔχουσαι, καὶ μετὰ τούτους ὡσεὶ μηλοβαφές ἐστιν, ἄλ‐ λων δὲ πορφυρίζει τὸ χρῶμα, καὶ τοῖς διὰ τῶν κογχυ‐ | |
20 | λίων θαλασσοβαφουμένοις ἐξομοιοῦνται. πρόσεστι δὲ τῷ μὲν καταπληκτικῷ τὸ τερπνόν, τῷ δὲ θαυμαστῷ τὸ φιλότεχνον, τῷ δὲ πλουσίῳ τὸ μεγαλεῖον. καὶ τὸ μὲν τῆς ἀναβάσεως μέγεθος ὁδοιπορίας ἔχει κόπον, ἡ δ’ ἐπὶ τῆς κορυφῆς στάσις σκοτοῖ τὰς ὄψεις | |
25 | τῶν εἰς τὰ βάθη καταθεωρούντων. τῆς προσόψεως τῇ χάριτι τῶν χρωμάτων τὴν πολυτέλειαν τῆς χορηγίας | |
βασιλικὸς πλοῦτος παρύφαγκεν. καυχάσθω τύχη πισ‐ | 26 | |
28 | τεύουσα ταῖς ἐξυπηρετουμέναις δαπαναῖς καὶ τῶν ἄσ‐ τρων ἐφάψασθαι. ἢ γὰρ ἄνθρωποι διὰ τῶν τοιούτων ἔργων ἀναβαίνουσι πρὸς θεούς, ἢ θεοὶ καταβαίνουσι πρὸς ἀνθρώπους. | |
5t | γʹ Ζεὺς Ὀλύμπιος | |
6 | Διὸς Κρόνος μὲν ἐν οὐρανῷ, Φειδίας δ’ ἐν Ἤλιδι πα‐ τήρ ἐστιν· ὃν μὲν γὰρ ἀθάνατος φύσις ἐγέννησεν, ὃν δὲ Φειδίου χεῖρες μόναι δυνάμεναι θεοὺς τίκτειν. μα‐ κάριος ὁ καὶ θεασάμενος τὸν βασιλέα τοῦ κόσμου μό‐ | |
10 | νος καὶ δεῖξαι δυνηθεὶς ἄλλοις τὸν κεραυνοῦχον. εἰ δ’ αἰσχύνεται Ζεὺς Φειδίου καλεῖσθαι, τῆς μὲν εἰ‐ κόνος αὐτοῦ γέγονεν ἡ τέχνη μήτηρ. διὰ τοῦθ’ ἡ φύσις ἤνεγκεν ἐλέφαντας, ἵνα Φειδίας τεμὼν τοὺς τῶν θη‐ ρίων ὀδόντας χορηγήσῃ {καὶ} τὴν εἰς τὸ κατασκευα‐ | |
15 | ζόμενον ὕλην {ἀγέλαις ἐλεφάντων ἡ Λιβύη δαψιλεύσε‐ ται}. τοιγαροῦν τὰ μὲν ἄλλα τῶν ἑπτὰ θεαμάτων θαυμά‐ ζομεν μόνον, τοῦτο δὲ καὶ προσκυνοῦμεν· ὡς μὲν γὰρ ἔργον τέχνης παράδοξον, ὡς δὲ μίμημα Διὸς ὅσιον. | |
20 | ἔχει τοίνυν ὁ μὲν πόνος ἔπαινον, ἡ δ’ ἀθανασία τιμήν. ὦ καιρὲ τῆς Ἑλλάδος, καὶ πλουτήσας εἰς θεῶν κόσ‐ μον ὁπόσον οὐδεὶς ὕστερον ἐπλούτησεν, καὶ τεχνίτην ἔχων δημιουργὸν ἀθανασίας ὁπηλίκον ὁ μεταγενέσ‐ | |
τερος βίος οὐκ ἐνήνοχεν, καὶ δεῖξαι δυνηθεὶς ἀνθρώ‐ | 28 | |
30 | ποις θεῶν ὄψεις, ἃς ὁ μὲν παρὰ σοὶ θεασάμενος παρ’ ἄλλοις ἰδεῖν οὐκ ἂν δυνηθείη. καὶ γὰρ δὴ τὸν μὲν Ὄλυμπον πολὺν χρόνον Φειδίας νενίκηκεν, τοσοῦτον ὅσον ὑπονοίας μὲν ἐνάργεια, ἱστορίας δὲ γνῶσις, ὄψις | |
5 | δ’ ἀκοῆς ἐστιν βελτίων. | |
6t | δʹ ὁ ἐν Ῥόδῳ κολοσσός | |
7 | Ῥόδος ἐστὶ πελαγία νῆσος, ἣν τὸ παλαιὸν ἐν βυθῷ κρυπτομένην Ἥλιος ἀνέδειξεν αἰτησάμενος παρὰ θε‐ ῶν ἰδίαν γενέσθαι τὴν ἀναφανεῖσαν. ἐν ταύτῃ κολοσ‐ | |
10 | σὸς ἔστη πήχεων ἑβδομήκοντα διεσκευασμένος εἰς Ἥλιον· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ συμβόλοις ἐγινώσκετο τοῖς ἐξ ἐκείνου. τοσοῦτον δ’ ὁ τεχνίτης ἐδαπάνησεν χαλκόν, ὅσος σπανίζειν ἤμελλεν τὰ μέταλλα· τὸ γὰρ χώνευμα τοῦ κατασκευάσματος ἐγένετο χαλκούργημα | |
15 | τοῦ κόσμου. μήποτε δὲ διὰ τοῦτο ὁ Ζεὺς Ῥοδίοις θεσπέσιον κατ‐ έχευε πλοῦτον, ἵνα τοῦτον εἰς τὴν Ἡλίου δαπανήσω‐ σι τιμήν, τὴν εἰκόνα τοῦ θεοῦ ταῖς ἐπιβολαῖς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν ἀναβιβάζοντες; τοῦτον ὁ τεχνίτης | |
20 | ἔσωθεν μὲν σχεδίαις σιδηραῖς καὶ τετραπέδοις διησφα‐ λίσατο λίθοις, ὧν οἱ διάπηγες μοχλοὶ κυκλώπιον ἐμφαίνουσι ῥαιστηροκοπίαν, καὶ τὸ κεκρυμμένον τοῦ πόνου τῶν βλεπομένων μεῖζόν ἐστιν· ἐπαπορεῖ γὰρ ὁ θαυμαστὴς τῶν θεωρούντων ποίαις πυράγραις ἢ πηλί‐ | |
25 | καις ὑποστάσεσιν ἀκμόνων ἢ ποταπαῖς ὑπηρετῶν ῥώ‐ | |
μαις τὰ τηλικαῦτα βάρη τῶν ὀβελίσκων ἐχαλκεύθη. | 30 | |
32 | ὑποθεὶς δὲ βάσιν ἐκ λευκῆς καὶ μαρμαρίτιδος πέ‐ τρας ἐπ’ αὐτῆς μέχρι τῶν ἀστραγάλων πρώτους ἤρεισε τοὺς πόδας τοῦ κολοσσοῦ, νοῶν τὴν συμμε‐ τρίαν ἐφ’ ὧν ἤμελλε θεὸς ἑβδομηκοντάπηχυς ἐγείρεσ‐ | |
5 | θαι· τὸ γὰρ ἴχνος τῆς βάσεως ἤδη τοὺς ἄλλους ἀνδριάν‐ τας ὑπερέκυπτεν. τοιγαροῦν οὐκ ἐνῆν ἐπιθεῖναι βασ‐ τάσαντα τὸ λοιπόν· ἐπιχωνεύειν δ’ ἔδει τὰ σφυρά, καὶ καθάπερ ἐπὶ τῶν οἰκοδομουμένων ἀναβῆναι τὸ πᾶν ἔργον ἐπ’ αὐτοῦ. | |
10 | καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀνδριάντας οἱ τεχνῖ‐ ται πλάσσουσι πρῶτον, εἶτα κατὰ μέλη διελόντες χω‐ νεύουσιν καὶ τέλος ὅλους συνθέντες ἔστησαν· οὗτος δὲ τῷ πρώτῳ χωνεύματι τὸ δεύτερον μέρος ἐπιπέπλασ‐ ται, καὶ τούτῳ χαλκουργηθέντι τὸ τρίτον ἐπιδεδώμη‐ | |
15 | ται. καὶ τὸ μετὰ τοῦτο πάλιν τὴν αὐτὴν τῆς ἐργασίας ἔσχηκεν ἐπίνοιαν· οὐ γὰρ ἐνῆν τὰ μέλη τῶν μετάλλων κινῆσαι. τῆς χωνείας δὲ γενομένης ἐπὶ τῶν προτετελεσμένων ἔργων αἵ τε διαιρέσεις τῶν μοχλῶν καὶ τὸ πῆγμα τῆς | |
20 | σχεδίας ἐτηρεῖτο καὶ τῶν ἐντιθεμένων πετρῶν ἠσφαλί‐ ζετο τὸ σήκωμα, ἵνα διὰ τῆς ἐργασίας τηρήσῃ τὴν ἐπί‐ νοιαν ἀσάλευτον, ἀεὶ τοῖς οὔπω συντελεσθεῖσιν μέλεσι τοῦ κολοσσοῦ χοῦν γῆς ἄπλατον περιχέων, κρύπτων τὸ πεπονημένον ἤδη κατάγειον τὴν τῶν ἐχομένων ἐπί‐ | |
25 | πεδον ἐποιεῖτο χωνείαν. ἐκ δὲ τοῦ κατ’ ὀλίγον ἀναβὰς ἐπὶ τὸ τέρμα τῆς ἐλπί‐ δος καὶ πεντακόσια μὲν χαλκοῦ τάλαντα δαπανήσας, | |
τριακόσια δὲ σιδήρου τῷ θεῷ τὸν θεὸν ἴσον ἐποίησεν, | 32 | |
34 | μέγα τῇ τόλμῃ βαστάσας ἔργον· Ἥλιον γὰρ δεύτερον ἀντέθηκεν τῷ κόσμῳ. | |
3t | εʹ τείχη Βαβυλῶνος | |
4 | Σεμίραμις ἐς βασιλικὴν ἐπλούτησεν ἐπίνοιαν. τοιγαρ‐ | |
5 | οῦν ἀπέθανεν θεάματος θησαυρὸν ἀπολείπουσα. Βα‐ βυλῶνα γὰρ ἐτείχισεν τριακοσίων ἑξήκοντα σταδίων βαλλομένη θεμελίωσιν, ὥστε τὴν περίμετρον τῆς πό‐ λεως ἡμεροδρόμου κόπον ἔχειν. ἔστι δ’ οὐκ ἐν τῷ με‐ γέθει μόνον τὸ θαυμαστόν, ἀλλὰ καὶ περὶ τὴν ἀσφά‐ | |
10 | λειαν τῆς οἰκοδομίας καὶ περὶ τὰ πλάτη τῶν μέσων τό‐ πων· ὀπτῇ γὰρ πλίνθῳ {ἀσφάλτῳ} δεδώμηται. καὶ τὸ μὲν ὕψος ἐστὶ τοῦ τείχους πλέον ἢ πεντήκον‐ τα πήχεων, τὰ δὲ πλάτη τῶν παραδρομίδων ἅρματα τέτρωρα τέσσαρα κατὰ τὸν αὐτὸν καιρὸν διιππεύει. | |
15 | πολύστατοι δὲ καὶ συνεχεῖς οἱ πύργοι δέξασθαι τοῖς χωρήμασι δυνάμενοι στρατοπέδου πλῆθος. τοιγαροῦν ἡ πόλις ἐστὶν τῆς Περσίδος προτείχισμα καὶ λέληθεν ἐν αὐτῇ τὴν οἰκουμένην κατακεκλεικυῖα· τοσαῦται μυριάδες ἀνθρώπων τὸν ὅλον αὐτῆς κύ‐ | |
20 | κλον κατοικοῦσιν. τηλικαύτην δὲ δυσκόλως ἄλλῃ χώραν γεωργοῦσιν, τηλικαύτην Βαβυλὼν οἰκουμένην ἔχει, καὶ παρὰ μόνοις ἐκείνοις ἐντὸς τοῦ τείχους | |
ἀποδημοῦσιν κατοικοῦντες. | 34 | |
36(1t) | ϛʹ ὁ ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος | |
2 | ὁ τῆς Ἀρτέμιδος ναὸς ἐν Ἐφέσῳ μόνος ἐστὶν θεῶν οἶ‐ κος. πεισθήσεται γὰρ ὁ θεασάμενος τὸν τόπον ἐνηλ‐ λάχθαι καὶ τὸν οὐράνιον τῆς ἀθανασίας κόσμον ἐπὶ | |
5 | γῆς ἀπηρεῖσθαι. γίγαντες γὰρ ἢ τῶν Ἀλωέως παίδων, οἳ τὴν εἰς οὐρανὸν ἀνάβασιν εἰργάσαντο, προσετύγ‐ χανον ὄρεσι χωννύοντες τὸν οὐ ναὸν ἀλλ’ Ὄλυμπον· ὥστε τῆς μὲν ἐπιβολῆς τολμηρότερον εἶναι τὸν πόνον, τοῦ πόνου δὲ τὴν τέχνην. | |
10 | τὸ γὰρ ἔδαφος τῆς ὑποκειμένης γῆς λύσας ὁ τεχνίτης καὶ τὰ βάθη τῶν ὀρυγμάτων καταβιβάσας εἰς ἄπειρον ἐβάλετο τὴν κατώρυγα θεμελίωσιν, ὀρῶν λατομίας δαπανήσας εἰς τὰ κατὰ γῆν καλυπτόμενα τῶν ἔργων· ἐρείσας δὲ τὴν ἀσφάλειαν ἀσάλευτον καὶ προϋποθεὶς | |
15 | τὸν ἄτλαντα τοῖς βάρεσι τῶν μελλόντων ἐπαπερείδεσ‐ θαι πρῶτον μὲν ἔξωθεν ἐβάλετο κρηπῖδα δεκάβαθμον | |
διεγείρων πρὸς βάσιν μετεωροφανὲς καὶ περὶ ... | 36 |